Τρεῖς εἶναι οἱ βασικοὶ σταθμοὶ τοῦ ἀνθρώπου: γεννιέται, ζεῖ, πεθαίνει. Δὲν θυμᾶται τὸ πρῶτο, δὲν καταλαβαίνει τὸ τρίτο καὶ ξεχνᾶ νὰ χαρεῖ τὸ δεύτερο.  

Εγκώμια κατά το "Ακατάληπτον εστί"

ΑΚΑΤΑΛΗΠΤΟΝ 

ΕΣΤΙ

Εγκώμια εις τον θάνατον και την ταφήν του Κυρίου
ψαλλόμενα εις ήχον Γ', κατά την Θ' Ωδήν της εορτής της Υπαπαντής



Ἡ Θεοτόκος:
κατάληπτόν ἐστί καὶ ἀγγέλοις καὶ βροτοῖς
τὸ μυστήριον Υἱὲ τῆς ἀρρήτου Σου ταφῆς.


Μαρία
ἡ Μαγδαληνή:
Βουληθείς, ὦ πλαστουργέ, ἵνα σώσῃς τὴν ζωήν,
ἑκὼν θνήσκεις, Ἰησοῦ, ἡ ἀθάνατος ζωή.


Μαρία
ἡ τοῦ Κλωπᾶ:
Γένος ἅπαν τῶν βροτῶν, ἁμαρτίᾳ νεκρωθέν,
ὤφθη ζωοδότα νῦν, σῷ θανάτῳ ζωωθέν.


Ἡ Θεοτόκος:
Δεῦρο δὴ μοι πᾶσα γῆ, συνθρηνήσατε πικρῶς,
ὁ ζωῆς ὢν χορηγός, καθορᾶται ὡς νεκρός.


Μαρία
ἡ Μαγδαληνή:           
ν κρυπτῷ Σου μαθητής, ὤν πρὶν Ἰωσὴφ σαφῶς,
πεφανέρωται ἰδών, τὸ κρυβὲν ἡλίου φῶς.


Μαρία
ἡ τοῦ Κλωπᾶ:
Ζωοδότα Ἰησοῦ, τῆς ζωῆς ὁ γλυκασμός,
πῶς τὰς κόρας ἔμυσας, ὁ ἀνθρώπων φωτισμός;


Σαλώμη:
ζωὴ πάντων ζωήν, τὴν ἐξώσασαν ζωῆς,
ἅπαν γένος τῶν βροτῶν, τῷ θανάτῳ Σου ζωοῖς.


Αἱ μυροφόροι
πᾶσαι:
Θεοδόχε Ἰωσήφ, ἡ ἀκρότητης τῶν πιστῶν,
δὸς ἡμῖν τὸν Ἰησοῦν, περιπτύξασθαι Χριστόν.




Ἰωάννης
ὁ ἐπιστήθιος:
δε φίλον μαθητήν, καὶ μητέρα, Ἰησοῦ,
ἔτι λόγον δὸς ἡμῖν, ἐκ στόματος τοῦ Σοῦ.


Ἰωσὴφ καὶ
Νικόδημος:
Κόσμου κόσμος, ὢν Χριστέ, ὤφθης ἄκοσμος νεκρός,
κόσμον πλῆσον οὖν χαρᾶς, ἀναστὰς θεοπρεπῶς.


Ἡ Θεοτόκος:
Λογχονύκτου Σου πλευρᾶς, ὦ γλυκύτατε Υἱέ,
ἀποστάζεις τὴν ζωήν, Θεοῦ Λόγε καὶ Θεέ.


Νικόδημος:
Μύρον ὢν ὡς ἀληθῶς, ὀσμῆς μύρων τῶν ἐκ Σοῦ,
μύρα Σοι προσφέροντα, μύρισόν με Ἰησοῦ.


Ἰωσήφ:
Νῦν κυκλοῦσι στρατιαί, νοεραὶ πᾶσαι φρικτῶς,
πῶς τολμήσω οὖν ἐγὼ Σοῦ προσψαῦσαι ὁ οἰκτρός;


Ἡ Θεοτόκος:
Ξενωθέντα τὸν Ἀδάμ, ξενωθεὶς ὁ πλαστουργός,
ἐπανάγεις πρὸς ζωὴν ὁ υἱός μου καὶ Θεός.


Μαρία
ἡ Μαγδαληνή:           
ταμίας τῆς ζωῆς καὶ θανάτου νεκρωτής,
πῶς ὁρᾶσαι νῦν νεκρός, ὕπτιος ὁ λυτρωτής!


Μαρία
ἡ τοῦ Κλωπᾶ:
Ποῦ σου ἔδυ, Ἰησοῦ, νῦν τὸ κάλλος τῆς μορφῆς;
πέρας ἔλαβον ἐν Σοί, πᾶσαι ῥήσεις τῆς Γραφῆς.


Σαλώμη:
εῖθρα βλύζεις, Ἰησοῦ, ἐκ τῆς θείας Σου πλευρᾶς,
ἀποπλύνοντα βροτῶν ἁμαρτίας τὰς πικράς.


Αἱ μυροφόροι
πᾶσαι:
Σέ, ὃν ἥλιος σταυρῷ, πρὶν ἐκρύβη θεωρῶν,
πῶς, ἡλίου ποιητά, τάφος κρύψει ὡς νεκρόν;


Ἰωσήφ:
Τὸν ἀναβαλλόμενον ὡς ἱμάτιον τὸ φῶς,
πῶς σινδόσιν, Ἰησοῦ, Σὲ κηδεύσω σαρκικῶς;


Νικόδημος:
δωρ ἐκ τῆς σῆς πλευρᾶς, κρεῖττον ἔβλυσεν ὀσμῆς,
ἧς μυρίζω Σέ, Χριστέ, σμυρνολόης τῆς ἐμῆς.


Ἡ Θεοτόκος:
Φάτνῃ εἶδόν Σε, Σωτήρ, πρὶν σπαργάνοις ἑλικτόν,
καὶ σινδόσι βλέπω νῦν, οἴμοι, σχῆμα τί φρικτόν;


Αἱ μυροφόροι
πᾶσαι:
Χῶρον γῆς καὶ οὐρανοῦ τὸν κατέχοντα δρακί,
νῦν κηδεύει Ἰωσήφ, καὶ Νικόδημος σαρκί.


Ἡ Θεοτόκος:
Ψυχοσῶστά μου Υἱέ, περιφρούρει τὴν πληθύν,
τῶν ὑμνούντων εὐλαβῶς, σὴν ἐκούσιον ταφήν.


Αἱ μυροφόροι
πᾶσαι:
Θεάνθρωπε Χριστέ, διαφύλαξον ἡμᾶς,
ἀνυμνούντας σὴν ταφὴν καὶ προσφέροντας ὠδάς.